Quantcast
Viewing all articles
Browse latest Browse all 4221

Oρφικοί Ύμνοι: Ύμνος Εστίας και Ύμνος Πρωτέως (μετάφραση: Ευστράτιος Σαρρής)

ΥΜΝΟΣ ΕΣΤΙΑΣ

Ἄνασσα Ἑστία τοῦ ἰσχυροῦ τοῦ Κρόνου θυγατέρα,
τ’ ἀενάου μέγιστου πυρὸς πό ’χεις τὸ μέσο δῶμα,
τοὺς ὅσιους μύστες ἄμποτε στὲς τελετὲς νὰ ὑψώσῃς,
ν’ ἀειθάλλουν, νὰ πολυευτυχοῦν, νὰ εὐφρονοῦν, ν’ ἁγνεύουν·
κάστρο θεῶν μακάριων, θνητῶν τὸ δυναμάρι,
αἰώνια καὶ πολύμορφη, παμπόθητη, ὡσὰν χλόη,
μακάρια, χαμογελαστή, θυσίες δῶ καλοδέξου,
κι’ οὔρια εὐτυχία φύσηξε κι’ ὑγειὰ ἁπαλυνοχέρα.

Ἱστίη εὐδυνάτοιο Κρόνου θύγατερ βασίλεια,
ἣ μέσον οἶκον ἔχεις πυρὸς ἀενάοιο μεγίστου,
τούσδε σὺ ἐν τελεταῖς ὁσίους μύστας ἀναδείξαις,
θεῖσ’ αἰειθαλέας, πολυόλβους, εὔφρονας, ἁγνούς·
οἶκε θεῶν μακάρων, θνητῶν στήριγμα κραταιόν,
ἀϊδίη, πολύμορφε, ποθεινοτάτη, χλοόμορφε,
μειδιόωσα, μάκαιρα, τάδ’ ἱερὰ δέξαι προθύμως,
ὄλβον ἐπιπνείουσα καὶ ἠπιόχειρ’ ὑγίειαν.

ΥΜΝΟΣ ΠΡΩΤΕΩΣ

Τὸν ποντοκλειδοκράτορα, φωνάζω, τὸν Πρωτέα,
τὸν πρωτογυιόν, ὁπ’ ἔδειξεν ὅλης τῆς φύσεως τὲς ἀρχές,
κι’ ὅπου σ’ εἴδη πολύμορφα τὴν ἅγιαν ὕλη ἀλλάζει
πανέντιμος, πολύβουλος, τὰ τωρεσνὰ γνωρίζει,
κι’ ὅσα ἦσαν πρωτύτερα κι’ ὅσα ἀκλουθήσουν πάλι·

ὅτι ὅλα ἡ φύσις τά ’θεσεν ἡ πρώτη στὸν Πρωτέα.
Ἀλλ’ ἔλα στοὺς ἱερουργοὺς μ’ ὅσιες προγνώσεις, πάτερ,
κι’ ἔπειτ’ ἀπ’ ἔργα πλούσιου βιοῦ καλὰ στερνὰ νὰ πέμπῃς.

Πρωτέα κικλήσκω, πόντου κληῖδας ἔχοντα,
πρωτογενῆ, πάσης φύσεως ἀρχὰς ὃς ἔφηνεν,
ὕλην ἀλλάσσων ἱερὴν ἰδέαις πολυμόρφοις,
πάντιμος, πολύβουλος, ἐπιστάμενος τά τ' ἐόντα,
ὅσσα τε πρόσθεν ἔην, ὅσα τ' ἔσσεται ὕστερον αὖτις·
πάντα γὰρ ἐν Πρωτεῖ πρώτη φύσις ἐγκατέθηκεν.
ἀλλά, πάτερ, μόλε μυστιπόλοις ὁσίῃσι προνοίαις
πέμπων εὐόλβου βιότου τέλος ἐσθλὸν ἐπ’ ἔργοις.

The post Oρφικοί Ύμνοι: Ύμνος Εστίας και Ύμνος Πρωτέως (μετάφραση: Ευστράτιος Σαρρής) appeared first on Ποιείν.


Viewing all articles
Browse latest Browse all 4221

Trending Articles